Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.350 Joseph. AJ 7.354 (English) >>Joseph. AJ 7.359

7.352λαμπρὸν γὰρ αὐτὸν ποιήσαντα δεῖπνον κεκληκέναι τοὺς υἱοὺς αὐτοῦ πάντας χωρὶς Σολόμωνος καὶ τὸν στρατηγὸν Ἰώαβον, οἳ μετὰ κρότου καὶ παιδιᾶς εὐωχούμενοι πολλῆς αἰώνιον αὐτῷ συνεύχονται τὴν ἡγεμονίαν· ἐκάλεσε δὲ οὔτε ἐμὲ οὔτε τὸν ἀρχιερέα Σάδωκον οὔτε Βαναίαν τὸν ἐπὶ τῶν σωματοφυλάκων· δίκαιον δʼ εἶναι ταῦτα γινώσκειν ἅπαντας, 7.353εἰ κατὰ τὴν σὴν γνώμην ἐγένετο.” ταῦτα τοῦ Νάθα φήσαντος βασιλεὺς ἐκέλευσε καλέσαι τὴν Βερσάβην πρὸς αὑτόν· ἐκπεπηδήκει γὰρ ἐκ τοῦ δωματίου τοῦ προφήτου παραγενομένου. τῆς δὲ γυναικὸς ἐλθούσης, “ὄμνυμί σοι, φησί, τὸν μέγιστον θεόν, μὴν τὸν υἱόν σου Σολόμωνα βασιλεύσειν, ὡς καὶ πρότερον ὤμοσα, καὶ τοῦτον ἐπὶ τοὐμοῦ καθιεῖσθαι θρόνου· καὶ τοῦτο ἔσται τήμερον.” 7.354 προσκυνησάσης δʼ αὐτὸν τῆς γυναικὸς καὶ μακρὸν εὐξαμένης αὐτῷ βίον Σάδωκον μεταπέμπεται τὸν ἀρχιερέα καὶ Βαναίαν τὸν ἐπὶ τῶν σωματοφυλάκων, καὶ παραγενομένοις κελεύει παραλαβεῖν 7.355 Νάθαν τὸν προφήτην καὶ τοὺς περὶ τὴν αὐλὴν ὁπλίτας καὶ ἀναβιβάσαντας τὸν υἱὸν αὐτοῦ Σολόμωνα ἐπὶ τὴν βασιλικὴν ἡμίονον ἔξω τῆς πόλεως ἀγαγεῖν ἐπὶ πηγὴν τὴν λεγομένην Γειὼν καὶ περιχρίσαντας τὸ ἅγιον ἔλαιον ἀποδεῖξαι βασιλέα· τοῦτο δὲ ποιῆσαι προσέταξε Σάδωκον τὸν ἀρχιερέα καὶ Νάθαν τὸν προφήτην. 7.356ἀκολουθοῦντάς τε προσέταξε διὰ μέσης τῆς πόλεως τοῖς κέρασιν ἐπισαλπίζοντας βοᾶν εἰς αἰῶνα Σολόμωνα τὸν βασιλέα καθίσαι ἐπὶ τοῦ βασιλικοῦ θρόνου, ἵνα γνῷ πᾶς λαὸς ἀποδεδειγμένον αὐτὸν ὑπὸ τοῦ πατρὸς βασιλέα, Σολόμωνι δʼ ἐντετάλθαι περὶ τῆς ἀρχῆς, ἵνα εὐσεβῶς καὶ δικαίως προστῇ τοῦ τε Ἑβραίων ἔθνους παντὸς καὶ τῆς Ἰούδα φυλῆς.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.350 Joseph. AJ 7.354 (English) >>Joseph. AJ 7.359

Powered by PhiloLogic